Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.37 Dem. 48.41 (English) >>Dem. 48.44

48.39 μὲν οὖν, ἄνδρες δικασταί, οὗτος λέγει, ὑπόνοιαι πλασταί εἰσιν καὶ προφάσεις ἄδικοι καὶ πονηρίαι ἐπὶ τῷ ἀποστερῆσαι προσήκει αὐτὸν ἀποδοῦναι ἐμοί. δὲ ἐγὼ ἐρῶ πρὸς ὑμᾶς, ὅτι οὗτος ψεύδεται, ταῦτα δὲ ὑπόνοια οὐδεμία ἔσται, φανερῶς δὲ ἐπιδείξω τὴν τούτου ἀναισχυντίαν, τεκμήρια λέγων ἀληθινὰ καὶ πᾶσι γνώριμα, καὶ μάρτυρας παρεχόμενος περὶ ἁπάντων. 48.40πρῶτον μὲν οὖν, ἄνδρες δικασταί, λέγω ὅτι οὗτος διὰ τοῦτο τοῖς οἰκείοις καὶ τοῖς ἐπιτηδείοις τοῖς ἑαυτοῦ καὶ τοῖς ἐμοῖς, τοῖς εἰδόσιν ἀκριβῶς ἅπαντα ταῦτα τὰ πράγματα ὡς ἔχει καὶ παρηκολουθηκόσιν ἐξ ἀρχῆς, οὐκ ἠθέλησεν ἐπιτρέψαι· ἀκριβῶς γὰρ ᾔδει ὅτι εὐθὺς παραχρῆμα ὑπʼ αὐτῶν ἐξελεγχθήσεται, ἐάν τι ψεύδηται· νυνὶ δʼ ἴσως ἡγεῖται ψευδόμενος ἐν ὑμῖν λήσειν. 48.41πάλιν λέγω ὅτι οὐκ ἀκόλουθόν ἐστιν ὑπεναντία μὲν πράττειν σοι, Ὀλυμπιόδωρε, ἐμέ, κοινῇ δὲ ἀναλίσκειν μετὰ σοῦ εἰς τι ἀεὶ δέοι, οὐδὲ ἐκλιπεῖν τὴν ἀμφισβήτησιν αὐτὸν ἑκόντα, ὅτε ἀπεδήμεις σύ, ἐπειδὴ καὶ σὴ διεγράφη δόξαντός σου ἕνεκα τῆς δίκης ἀπεῖναι καὶ οὐ δημοσίᾳ. ἐξῆν γὰρ ἔμοιγε τοῦ ἡμικληρίου ἐπιδικάσασθαι ἐμαυτῷ· οὐδεὶς γάρ μοι ἀνθρώπων ἀντέλεγεν, ἀλλὰ συνεχώρουν αὐτοὶ οἱ ἀντίδικοι. 48.42ἀλλὰ ταῦτα ποιήσας εὐθὺς ἂν ἦν ἐπιωρκηκώς· ὤμοσα γὰρ καὶ συνεθέμην πρὸς σὲ κοινῇ πράξειν ἅπαντα, τι ἂν δοκῇ ἐμοὶ καὶ σοὶ βουλευομένοις βέλτιστον εἶναι. ὥστε ὑπεραβέλτεροί εἰσιν αἱ προφάσεις καὶ αἰτίαι, διʼ ἃς οὐδέν μοι φὴς ποιήσειν τῶν δικαίων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.37 Dem. 48.41 (English) >>Dem. 48.44

Powered by PhiloLogic